Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.68 Joseph. AJ 17.72 (English) >>Joseph. AJ 17.77

17.70καὶ κομίσαι μὲν Ἀντίφιλον ἐξ Αἰγύπτου τὸ φάρμακον ἕνα τῶν Ἀντιπάτρου φίλων, σταλῆναι δὲ ὡς Φερώραν διὰ Θευδίωνος μητρὸς Ἀντιπάτρου ἀδελφοῦ τοῦ βασιλέως παιδός, καὶ οὕτως ἐλθεῖν τὸ φάρμακον εἰς τὴν γυναῖκα τὴν Φερώρου δόντος φυλάσσειν τοῦ ἀνδρὸς αὐτῆς. 17.71 δὲ ὡμολόγει μὲν ἀνακρίναντος τοῦ βασιλέως, καὶ δραμοῦσα ὡς κομίσειεν ῥίπτει κατὰ τέγους ἑαυτήν, οὐ μὴν τελευτᾷ ἐπὶ πόδας τῆς πτώσεως γενομένης. 17.72καὶ οὕτως ἐπεὶ ἀνεκτήσατο αὐτὴν ἄδειάν τε αὐτῇ ὑπισχνούμενος καὶ τοῖς οἰκείοις μηδὲν ἐπʼ ἀφανισμῷ τἀληθοῦς τρεπομένῃ, τρίψειν γε μὴν κακοῖς τοῖς ὑστάτοις ἀγνωμονεῖν προθεμένην, ὑπισχνεῖται καὶ ὤμοσεν μὴν ἐρεῖν τὰ πάντα ὃν ἐπράχθη τρόπον, λέγουσα μὲν, ὡς ἔφασαν οἱ πολλοὶ τῶν ἀνθρώπων ἀληθῆ τὰ πάντα. 17.73κεκόμισται γὰρ ἐκ τῆς Αἰγύπτου τὸ φάρμακον ὑπʼ Ἀντιφίλου, ἀδελφὸς δʼ ἐκείνῳ ἰατρὸς ὢν ἐπόρισεν, καὶ Θευδίωνος ὡς ἡμᾶς κομίσαντος ἐφύλασσον αὐτὴ παρὰ Φερώρου λαβοῦσα ἐπὶ σὲ ἡτοιμασμένον ὑπὸ Ἀντιπάτρου. 17.74ἐπεὶ οὖν ἐνόσει Φερώρας καὶ ἐθεράπευες αὐτὸν ἀφικόμενος, ὁρῶν σου τὴν εὔνοιαν, περὶ αὐτὸν ἐχρῶ, ἐπεκλάσθη τε τῇ διανοίᾳ καὶ μετακαλέσας με, “ γύναι, φησίν, περιώδευσέ με Ἀντίπατρος ἐπὶ πατρὶ μὲν τῷ αὐτοῦ, ἀδελφῷ δὲ τῷ ʼμῷ, θανάσιμόν τε γνώμην συνθεὶς καὶ φάρμακον διακονήσοιτο αὐτῇ πεπορισμένος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.68 Joseph. AJ 17.72 (English) >>Joseph. AJ 17.77

Powered by PhiloLogic